ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ, Μελετίου Ἀρχιεπισκόπου, Μαρίας Ὁσίας, Εὐγενίου Ὁσίου, τῶν Ἁγίων Μαρτύρων Πρίμας, Ἀμπλία, Δατίβου, Πλωτίνου, Σατορνίνου, Φαβίου, Φήλικος καὶ τῶν σὺν αὐτῶ, Ἰουλιανοῦ καὶ Μοδεστοὺ Μαρτύρων, Σισινίου Ἐπισκόπου Θεοῦ, Ἀντωνίου Ἀρχιεπισκόπου, Ἐγκαίνια Ναοῦ Ὑπεραγίας Θεοτόκου εἰς Πούσγην, Προχόρου Ὁσίου, Ἰωάννου Σιναΐτου, Ἀλεξίου Θαυματουργοῦ, Βασιανοῦ τοῦ Οὔγκλιχ, Χρήστου τοῦ Κηπουροῦ, Μελετίου Ἐπισκόπου, Ἀλεξίου Ἐπισκόπου, Μητροφάνους Ἱερομάρτυρος, Σύναξη Ὑπεραγίας Θεοτόκου τῆς Ἰβηριτίσσης.
ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΣΩΤΟΥ
Λουκ. ιε’ 11-32
Εἶπε δέ· ἄνθρωπός τις εἶχε δύο υἱούς. Καὶ εἶπεν ὁ νεώτερος αὐτῶν τῷ πατρί· πάτερ, δός μοι τὸ ἐπιβάλλον μέρος τῆς οὐσίας. καὶ διεῖλεν αὐτοῖς τὸν βίον. Καὶ μετ᾿ οὐ πολλὰς ἡμέρας συναγαγὼν ἅπαντα ὁ νεώτερος υἱὸς ἀπεδήμησεν εἰς χώραν μακράν, καὶ ἐκεῖ διεσκόρπισε τὴν οὐσίαν αὐτοῦ ζῶν ἀσώτως.
Δαπανήσαντος δὲ αὐτοῦ πάντα ἐγένετο λιμὸς ἰσχυρὸς κατὰ τὴν χώραν ἐκείνην, καὶ αὐτὸς ἤρξατο ὑστερεῖσθαι. Καὶ πορευθεὶς ἐκολλήθη ἑνὶ τῶν πολιτῶν τῆς χώρας ἐκείνης, καὶ ἔπεμψεν αὐτὸν εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους. Καὶ ἐπεθύμει γεμίσαι τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῶν κερατίων ὧν ἤσθιον οἱ χοῖροι, καὶ οὐδεὶς ἐδίδου αὐτῷ.
Εἰς ἑαυτὸν δὲ ἐλθὼν εἶπε· πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύουσιν ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι! ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου καὶ ἐρῶ αὐτῷ· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου. Οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ἔτι δὲ αὐτοῦ μακρὰν ἀπέχοντος εἶδεν αὐτὸν ὁ πατὴρ αὐτοῦ καὶ ἐσπλαγχνίσθη, καὶ δραμὼν ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ κατεφίλησεν αὐτόν.
Εἶπε δὲ αὐτῷ ὁ υἱός· πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκέτι εἰμὶ ἄξιος κληθῆναι υἱός σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου